χάριν ἀποδοίην. ὂν εἰ μὲν | οἱ λοιδοροῦντες οὐκ Sieb.
ᾤοντο ἔσεσθαι, γνώτωσαν οὐκ ὀρθῶς ὑπειληφότες· εἰ δὲ τὰ δίκαιά με ποιοῦντα γράψειν αἰσχρόν, χείρω με τῆς τῶν ἐχθρῶν ἐλπίδος ἐπιδειχθῆναι.
οἱ γὰρ ἔλεγχον τῆς αὑτῶν ἀδικίας ἕξοντες οὐκ ἔσθ᾿ ὅ τι καθ’ ἡμῶν οὐ βουλεύσουσι, κἂν δύνωνται καὶ ποιήσουσιν· ἐμοὶ δὲ οὐ καλὸν μᾶλλον δείσαι τὰς τού- 1 2 3 τῶν ἐπιβουλάς ἢ τὸ προδοῦναι τὰ πρὸς τὸν ἑταῖρον δίκαια. καὶ γὰρ εἰ μέν ζῶν ταῦτ’ ἔπασχεν ἔχων αὑτῷ βοηθεῖν, οὐδ’ οὕτω μὲν ἂν ἐπῃνούμην σιωπῶν, ἐλάττων δ’ ἂν ἦν ἡ μέμψις· κειμένου δὲ εἰ φαινοίμην
ἀμελῶν ὃ μόνον τοῖς οἰχομένοις ἐστὶν ἡ παρὰ τῶν ζώντων πρὸς τοὺς κατηγοροῦντας <βοήθεια>, a ἂν προφάσεως ἐπιεικοῦς εὐπορήσαιμι σχεδὸν ἐν ἴσῳ τοῖς κακῶς λέγουσι καθιστάμενος τῷ σιγῇ τὰ παρ’ ἐκείνων φέρειν.
ἄξιον προσθεῖναι τὰς νύκτας ταῖς ἡμέραις. καὶ γὰρ ἐν νυκτὶ παρεῖχον τῇ κλίμακι πράγματα, ἀνέβησαν, κατέ- βησαν, πάλιν τοῦτο, πάλιν ἐκεῖνο, καὶ τῶν ἰατρῶν οὐκ ἐώντων οὐ κατέκειτο εἰσιέναι πρός γε ταῖς θύραις ἐκάθηντο καὶ ταῖς θεραπαίναις συνῆσαν.
Oratio 63. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.