ἀτοπώτερον αὐτὸς αὑτὸν οὐκ αἰσθάνεται κωμῳδῶν. ᾧ μέγα γεγένηται κέρδος τὸ μὴ γενέσθαι τέκνα, διεδείχθη γὰρ ἂν καὶ τέκνα μισῶν. νῦν δὲ οὐκ ὀλίγον λανθάνει κακὸν διὰ τὴν Τύχην, ἣ κηδομένη τῶν ἀνθρώπων ἄπαιδα τὸν ἀλιτήριον ποιεῖ ῥυομένη τὰς
πόλεις πονηροῦ τινος σπέρματος.
Oratio 62. Libanius. ed. Richard Foerster. Germany. 2016.
Funding provided by European Social Fund Saxony.