γεγονὼς ἐτύγχανεν, εὑρὼν δὲ τὸ ἔθνος ταῖς τῶν ἔμ- προσθεν κλοπαῖς διεφθαρμένον τοῖς μὲν κατηράσατο, τοὺς δὲ εἰς εὐπορίαν ἤγαγεν ἀποχρῆν αὑτῷ κρίνας τὴν παρὰ βασιλέως τροφὴν καὶ μέγαν πλοῦτον ἤνεγκε τὸ πλουτοῦντας ὧν ἦρξε καταλιπεῖν. οὕτω δὲ τὰ
πράγματα ἀμείνω σφίσι ποιῶν προσετίθει ταῖς περὶ τὴν ἀρχὴν φροντίσι τὰ τῶν σοφιστῶν ἔργα λόγῳ πό- λεως ἑκάστης τὰς πανηγύρεις κοσμῶν, ὥστε τοῖς ἐν Λυκίᾳ τότε διδασκάλοις λυσιτελεῖν | μᾶλλον 1 ἀκούειν ἢ λέγειν.
Oratio 62. Libanius. ed. Richard Foerster. Germany. 2016.
Funding provided by European Social Fund Saxony.