σοι ῥώμην ἔχοντες οὐκ ἐνέγραψαν αὑτοὺς ἀθληταῖς; μυρίοι. πόσοι πολεμικοὶ τὰς φύσεις οὐκ ἐγένοντο στρα- τιῶται; πόσοι δὲ ἀρχικοὶ μᾶλλον ἄρχεσθαι παρ’ ἑτέ- ρων ἢ πόλεων ἄρχειν ἐδέξαντο; ἐῶ τοὺς ἄλλους, ἀλλ’ 1 2 ὁ θεῖος οὑμὸς ὁ νεώτερος οὐδαμῆ τοῦ πρεσβυτέρου τῇ περὶ ταῦτα ἀρετῇ λειπόμενος, ἔστι δὲ ὅπη καὶ παριὼν πολλὰς ἀρχὰς διεώσατο τὴν τοῦ πολιτεύεσθαι τάξιν πρὸ τοῦ τῶν ἀρχόντων ποιησάμενος σχήματος.
καὶ πολλοὺς ἂν ἔχοιμί σοι πολιτευομένους λέγειν, οϊ τοῦτ’ αὐτὸ ποιοῦντες διατελοῦσιν ἐξὸν πάλαι δι’ ἀρ- Γῶν ἀφῖχθαι καὶ σοβεῖν κὰτ ἐνίους τῶν ἐπειδὴ ἦρξαν ὠγκωμένων.
ἐπισταμένοις ἄρχεσθαι λυσιτελέστερον ἔδοξεν, οὕτω τισὶ παιδεύειν δυναμένοις οὐ ταύτην ἐλθεῖν τὴν ὁδὸν ἔδο- ξεν; ὑπὲρ ὧν εἰ δεῖ με καὶ τὰς αἰτίας εἰπεῖν, οὐδὲν ἂν εἴποιμι ποικίλον, ἀλλ᾿ ὁ καὶ παιδὶ δῆλόν ἐστιν, ὅτι τὸ πρᾶγμα ὁρῶντες καταπεφρονημένον καὶ κατο-
ρωρυγμένον καὶ μηδεμίαν ἔχον μὴ δόξαν, μὴ δύναμιν, μὴ πρόσοδον, ἀλλ’ ἀντὶ τούτων ἐπίπονον δουλείαν, καὶ πολλοὺς ὄντας τοὺς δεσπότας, πατέρας, μητέρας, παιδαγωγούς, αὐτοὺς τοὺς νέους, οἱ πρᾶγμα ἀτοπώ- 3 4 τατὸν πεπόνθασιν οἰόμενοι τὸν διδόντα τοὺς λόγους δεῖσθαι τοῦ ληψομένου, καὶ τὴν ζημίαν τὴν ἐν τῷ μὴ λαβεῖν τοῦ διδόντος οὖσαν, ἀλλ’ οὐ τοῦ μὴ λαβόντος, ταῦτα ὁρῶντες πρᾶγμα κακὸν γεγενημένον φεύγουσιν, ὥσπερ οἱ πλέοντες τὰς ὑφάλους.
θεῖν. τοιοῦτοι γὰρ οἱ νῦν πατέρες. ὧν ποιοῦσι μα- θητὰς τοὺς παῖδας, τούτους ἀπολέσαι ζητοῦσι, κἂν μὴ τοῦτο δυνηθῶσιν, εἰπόντες κακῶς ἐχαρίσαντο τῷ θυμῷ.
δεύειν ἡγεῖσθαι; ὅ τε γὰρ μὴ κεκλημένος ἐχθρὸς εἴτε καλέσειας, ἠνώχλησας. καὶ τῷ μὲν ἁμαρτόντι καὶ σμι- κρὸν οὐδεμία συγγνώμη, τῷ δὲ εὐδοκιμοῦντι πολὺς ὁ φθόνος, καὶ τὸ κακῶς ἀκούειν ἐν ἀμφοτέροις. ἔτι τοί- νυν ὁ μὲν οὐκ εἰσπράττων ἀργύριον οὐδ’ ἂν λάβοι,
6 7 8 9 τῷ δὲ εἰσπράττοντι παρὰ τοῦ δεδωκότος ὁ πόλεμος. τοιαῦτα καὶ πλείω τούτων ἐνορῶντες τῷ πράγματι δυσχερῆ καὶ δεινὰ θαυμάζεις εἰ δεδοίκασιν ἄνθρωποι νοῦν ἔχοντες;
παραπλήσιοι πολλοὶ ταῖς δίκαις αὑτοὺς δεδώκασιν ὀρῶν- τες τὸν ἄνθρωπον στένοντα οἵῳ φέρων ἑαυτὸν ἐνέδησε κακῷ
Oratio 62. Libanius. ed. Richard Foerster. Germany. 2016.
Funding provided by European Social Fund Saxony.