βραχεῖαν ἐποίησεν ἄδικος ἐν Περσίδι σίδηρος ὃς ἐκεῖνον μὲν ἀπέκτεινε, τοὺς νέους δὲ πάλιν ἀνεχαί- τισεν. εἰ δὲ μὴ πονηρὸς δαίμων ἐφθόνησε ταῖς πό- λεσι, τοῖς πᾶσιν ἂν ἐπιδόντα τὰ τῶν ἀνθρώπων πράγ- ματα κατὰ τοὺς λόγους μάλιστ᾿ ἂν ἔσχε τὴν ὑπερ-
βολήν.
βλάβης ὁμολογῶ γεγενῆσθαι. τὸ γὰρ αὐτὸ χρηστότητος μέν δόξαν ἐμοί, ῥᾳθυμίαν δὲ τοῖς φοιτῶσιν ἡμῖν ἤνεγκε. τί τοῦτο; τὸ κύριον ἕκαστον εἶναι τῶν προσ- ιόντων δοῦναί τε μισθὸν καὶ μή. γλυκὺ γάρ τι καὶ τοῖς δοῦναι δυναμένοις ἐφάνη τὸ μὴ δοῦναι. καὶ τὴν
τῶν ἀπορούντων ἀνάγκην ἡ τῶν εὐπόρων ἐμιμήσατο γνώμη, μᾶλλον δὲ τῶν εὐπόρων οἱ μὲν ἤνεγκαν, οἱ δέ οὔ.
Oratio 62. Libanius. ed. Richard Foerster. Germany. 2016.
Funding provided by European Social Fund Saxony.