ωε, ὁ περιτρέχων ἐν στενωποῖς, ὁ τρυφὴν ἡγούμενος τὸ μὴ πεινῆσαι, οὗτος ἐξαίφνης ἐφ’ ἵππου λαμπροῦ λαμπρὸς καὶ ὀφρὺς ἠρμένη καὶ πλῆθος ἀκολούθων, οἰκία μεγάλη, γῆ πολλή, κόλακες, συμπόσια, χρυσός. 1 καὶ Ι εἴ τις ἄρα καὶ ῥητόρων ἀρχῆς μετέλαβέ
τινος τούτων διδόντων, μισθὸν κολακείας ἔλαβεν. οἷς, εἴπερ ἐσωφρόνουν, βέλτιον ἣν γενέσθαι ἔτι τα- πεινοτέρους ἢ δι᾿ ἐκείνων ἀρθῆναι. οἱ δὲ κατάπτυστοι καὶ μεθύοντες εὐνοῦχοι πρὸς τοσοῦτον ἧκον ἀσελγείας καὶ οὕτως ἐξύβρισαν, ὥστε τοὺς ὑπογραφέας ἄγοντες
εἰς τὸν τῶν ὑπάρχων ἐγκαθίζουσι θρόνον. καὶ ὁ καλὸς Κωνστάντιος ἔχαιρεν ὧς δὴ καλῶς εὑρὼν τὸ μόνον σῶσον τὰ πράγματα.
μοι κέρδος τῶν μυρίων τουτωνὶ πόνων, μεθ’ ὧν ἀνάγκη διὰ πολλῶν μὲν ποιητῶν ἀφικέ- σθαι, πολλῶν δὲ ῥητόρων καὶ παντοδαπῶν έτέ- ρων συγγραμμάτων, εἰ <δὲ> - τέλος ἱστᾶι 2 ἱδρώτων, αὐτὸν μὲν ἄτιμον περιφοιτᾶν, ἕτερον δέ εὐδαιμονεῖν;
Oratio 62. Libanius. ed. Richard Foerster. Germany. 2016.
Funding provided by European Social Fund Saxony.