καὶ μιμεῖσθαι τὰ παίδων οἷς ἄθυρμα τοῦτο εὕρηται τὸ διαφθείρειν ἃ πεποιήκασιν; ἐκεῖνο δὲ καλόν, ὦ Πό- σειδον, ὑπέρ μὲν τῆς Ἀττικῆς οὔπω πόλεως αὐτόθι ἰσχυούσης δι’ ἔριδος ἐλθεῖν πρὸς τὸ γένος καὶ ἐν ἀκροπόλει τοσοῦτον ἀπεχούσῃ θαλάττης ῥόθιον δεῖξαι,
πόλεως δέ τοσαύτης τε καὶ τοιαύτης μὴ ὅπως ἔρωτα λαβεῖν, ἀλλὰ καὶ ὑποσπάσαι τὸ βάθρον;
χηλῆς, ἀναβαίνουσα δὲ ἐπὶ τὸν λόφον, στοῶν δύο δυάσι διειλημμένη διηκούσαις τοῦ παντός, λάμπουσα μὲν δημοσίοις κατασκευάσμασι, τοῖς δὲ ἰδίοις συνεχὴς ἐκ τῶν ὑπτίων ἐπὶ τὴν ἄκραν οἷον κυπαρίττου κλάδοι ἄλλος ἐπ’ ἄλλῳ, νάμασι διαρρεομένη, κήποις δορυφο-
ρουμένη. Ι
Oratio 61. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.