αὐλήσει τοὺς ἄλλους ἂν ἀφεὶς ὅπως ἐδύναντο στένειν γοερῷ μέλει τὸν θρῆνον ἐπλήρουν. ἐξέστω δή μοι καθάπερ παροῦσι τοῖς θεοῖς διαλεχθῆναι καὶ εἰς εὐθύ- νας ἀγαγεῖν τῆς συμφορᾶς τὸν λόγον.
τῶν ἄλλων συγκαθήμενος δαιμόνων δυσχεραίνων τὸ τεῖχος τῶν Ἑλλήνων ὃ προὐβάλοντο τῶν νεῶν ἐν Ἰλίῳ τοῦτο μέγιστον αὐτῶν κατηγόρεις, ὅτι θεῶν ἀμελήσαν- τες ἐβάλοντο κρηπῖδα, καὶ διὰ τοῦτό γε εὖ ποιῶν, ἐπειδὴ ἤλω τὸ Ἴλιον, ᾠήθης χρῆναι καὶ τὸ τεῖχος ἀνε-
λεῖν, καὶ ῥᾳδίως τοῦτο ἔπραττες κελεύσας εἰς αὐτὸ τοὺς ποταμοὺς ἐμβαλεῖν, οἱ ἀπὸ τῆς Ἴδης ὥρμων;
Oratio 61. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.