μάτων, ποῦ ῥεῖτε νῦν; ἐπὶ ποίας οἰκίας; ἐπὶ ποίας κρήνας; ἀπερρώγασι μὲν ὀχετοὶ καὶ πολυσχιδεῖς τῶν ὑδάτων ὀδοί. φέρεται δὲ τῶν πηγῶν χορηγία κατὰ τὸ εἶκον χαράδρας τε ἐργαζόμενον καὶ ἐν τοῖς κοίλοις λιμνάζον. ἀρύεται δὲ οὐδεὶς οὐδὲ πίνει οὔτε ἄνθρω-
πος οὔτε ὄρνιθες. καὶ γὰρ τούτοις φοβερὸν τὸ πῦρ, ὃ διά πάσης κάτωθεν ἕρπον, ἡ ἂν ἐνδιδῷ τὰ ἄνω, πρὸς τὸν ἀέρα τοξεύει. τὴν δὲ δὴ πολυάνθρωπον ἔχει μεθ’ ἡμέραν μὲν οὐδείς, νυκτὸς δέ δῆμος εἰδώλων, ἅ μοι δοκεῖ στενοχωρίαν τοῖς ὑπὸ γῆν ποιήσειν, ἐπειδὰν
περάσῃ τὸν Ἀχέροντα.
τοσαύτην γε ἔκλινεν. εἰ γὰρ ἢ] τῶν σωμάτων ἐστέ- ρητο μόνων λοιμῷ κατασυρέντων ἢ κατά νόμον ἔξω πανδημεὶ θυόντων καὶ μὴ ἐπεπτώκει, πόλιν ἅπασαν οὐ χρῆν ἀποκείρασθαι· νῦν τοίνυν ἄμφω κεῖται καὶ τὸ σχῆμα τοῦ ἄστεος εἰς τὸν τῶν οἰκητόρων ἐλύθη
φόνον.
Oratio 61. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.