αὐτὸν εἶπεν ὁ τὸν πόλεμον ἀράμενος; πόθεν ποτὲ τὸ θάρσος; πῶς δ’ ἐφύλαξε τὴν ὁρμήν; πῶς δ’ οὐκ ἔλυσε τὸ δόγμα τοῦ θεοῦ τὸ κάλλος αἰδεσθείς;
θεοῦ καί μοι πρὸ τῶν ὀμμάτων ἵστησιν ὁ λογισμὸς | 1 τὸν τύπον, ἡμερότητα μορφῆς , ἁπαλότητα δέρης 2 3 4 ἐν λίθῳ, ζωστῆρα περὶ τῷ στήθει συνάγοντα χιτῶνα χρυσοῦν, ὧς αὐτοῦ τὰ μὲν ἐνιζάνειν, τὰ δὲ ὑπανίστασθαι. τὸ δὲ ὅλον σχῆμα τίνος οὐκ ἂν ζέοντα ἐκοίμισε θυ- μόν; ἐῴκει γὰρ ᾄδοντι μέλος. καί πού τις αὐτοῦ καὶ ἤκουσεν, ὥς φασιν, ἐν μεσημβρίᾳ κιθαρίζοντος. ὧτα
εὐδαίμονα. τὸ δὲ ᾆσμα ἄρα ἣν ἔπαινος τῆς γῆς. ἡ μοι φαίνεται καὶ σπένδειν ἀπὸ τῆς χρυσῆς κυάθου, ὅτι τὴν κόρην ἴκρυψε ῥαγεῖσά τε καὶ συνελθοῦσα. . . .
γαῖ δὲ στέρνων καὶ οἰμωγή τις ὀξεῖα διὰ χωρίου πο- λυδένδρου δραμοῦσα πίπτει μὲν εἰς τὸ ἄστυ δεινή τε καὶ φρικώδης, ὄμμα δὲ ἄρχοντος ἄρτι γευόμενον ὕπνου πικρῷ ῥήματι τῆς εὐνῆς ἐξανέστησεν. ὁ δὲ ἐμμανὴς ἤλαυνε, πτερά γὰρ Ἑρμοῦ ζητῶν αὐτὸς μὲν ἐπὶ ζή-
τῇσιν ᾔει τῆς τοῦ κακοῦ ῥίζης φλεγόμενος ἔνδον οὐχ 5 6 7 ἧττον ἢ ὁ νεώς, δοκοὶ δὲ ἐφέροντο κάτω φέρουσαι πῦρ, ὅτῳ πελάσειαν φθείρουσαι, τὸν Ἀπόλλω μὲν εὐθὺς ἄτε καὶ μικρὸν διέχοντα τοῦ στέγους, ἔπειτα δὲ τὰ ἄλλα, κάλλη Μουσῶν, οἰκιστῶν εἰκόνας, λίθων
ἀστραπάς, κιόνων ὤραν. ὁ δὲ τῶν ἀνδρῶν ὅμιλος 8 περιειστήκεσαν | ὀλοφυρόμενοι μέν, βοηθεῖν δὲ ἀποροῦντες, ὃ καταλαμβάνει τοὺς ἀπὸ γῆς ναυαγίαν ὁρῶντας, ὧν ἡ βοήθεια δακρύσαι τὸ γιγνόμενον.
Oratio 60. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.