δυνηθέντες σφᾶς αὐτοὺς κατακρύψαι τὴν ταχίστην οὐκ ἔφθασαν βασιλεῖ φανέντες καὶ σαγηνευθέντες ὡς ἡμᾶς μετεσκευάσθησαν, οὐχ οἶ μὲν παραδόντες σφᾶς αὐτούς, οἱ δὲ ἀγωνιζόμενοι ληφθέντες, ἀλλ’ ἀπλῶς πάντες ἐνὶ σχήματι πτήξαντες καὶ χεῖρας εἰς ἱκετείαν προτεινά-
μενοι.
1 2 3 4 δὸς ἐρημίαν, οὐκ ἀπεγνωκὸς δὲ παντάπασι τὰς ἀμεί- 5 νους ἐλπίδας ἐκ τῆς τοῦ νενικηκότος | πρᾳότη- τος. καὶ οὐκ ἐψεύσθησαν. λέγω δὲ ἤδη τὸ μετὰ τὴν αἵρεσιν βούλευμα πολὺ τῆς αἱρέσεως ἄμεινον παρά γε
ἐμοὶ κριτῇ. οὐ γάρ ἀπέκτεινε λαβών, ὡσπερ οἱ Κερ- κυραῖοι τοὺς ἐξ Ἐπιδάμνου Κορινθίων οἰκήτορας, οὐδέ γε ἀπέδοτο τὰ ἆθλα τοῦ πολέμου, καθάπερ Φίλιππος τοὺς αἰχμαλώτους Ὀλυνθίων, ἀλλ’ ἐπενόησεν ἀντὶ στή- λης καὶ τροπαίου χρήσασθαι τοῖς αἱρεθεῖσι καὶ κομί-
ζὼν εἰς Θρᾴκην κατοικίζει μηνυτὰς εἶναι καὶ τοῖς ὕστερον τοῦ πάθους.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.