ἐμβαλεῖν ἐκείνοις σύνηθες, ἡμῖν δὲ τὴν οἰκείαν ἐπιόν- των ἐκλιπεῖν ἀναγκαῖον, ὥστε τὰς προσοίκους ἐκείνοις πόλεις εὕροις ἂν τῷ μὲν χρόνῳ πρεσβυτάτας, τῇ δὲ τῶν ἐδαφῶν κατασκευῇ νεωτάτας, ἃς γάρ ἐκεῖνοι πυρ- πολοῦντες ἀπηλλάττοντο, ταύτας ἔδει τοὺς κατιόντας
ἀνορθοῦν· νῦν δὲ οὕτω τὸ πρᾶγμα πρὸς τοὐναντίον μεταπέπτωκεν, ὥστε Σύροι μὲν ἀτειχί·στους τὰς πόλεις οἱ πολλοὶ ἀξιοῦσιν οἰκεῖν, Πέρσαις δὲ κινδυνεύει σύμ- βολον εἶναι νίκης, εἰ κρυπτόμενοι λάθοιεν.
πᾶς αἷς καὶ νῦν ἐχρήσαντο μήθ’ ὅτι καὶ βαλεῖν τινα 1 2 στρατιώτην ἐξ ἀφανοῦς ἴσχον μήθ’ ὅτι συνθήκας εἰς ἀνακωχὴν εὑράμενοι τῷ διὰ τοὺς ὅρκους ἀφυλάκτῳ πρὸς πλεονεξίαν κατεχρήσαντο, μηδ’ αὖ σαφῆ μὲν ἐσχη- κέναι τὴν τούτων γνῶσιν, ἑκόντα δ’ ὑπερπηδᾶν. τοσού-
του γὰρ δέω τούτοις τοῖς πράγμασιν αἰσχύνεσθαι, ὥστ’ εἰ μηδὲν τούτων ὑπῆρχε, τότ’ ἂν εἰκότως αἰσχυν- θῆναί μοι δοκῶ. ὁ γὰρ τῶν ἡττημένων οὐδέν ἔχων εἰπεῖν ὅτου καὶ μνημονεύειν ἄξιον οὗτος καὶ τὸν τῶν | 3 κεκρατηκότων ἔπαινον προσαφῄρηται. ὥσπερ γὰρ
ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, ἐπειδὰν ὁ κλῆρος τὸν πολὺ λειπόμενον ἀποδύῃ πρὸς τὸν ἄριστον, γίγνεται μὲν ἡ νίκη τοῦ βελτίονος, ὁ δὲ παρὰ τῶν θεατῶν κρότος οὐκ ἀκολουθεῖ τῷ στεφάνῳ, οὑτωσὶ δὲ κἀν τοῖς πολεμικοῖς ἡ τῶν ἡττημένων φαυλότης ζημιοῖ τοὺς νενικηκότας
εἰς δόξαν.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.