καὶ τοὺς ἐναντίους ἀκούων ὥσπερ ἐκ θεοῦ πληγέντας ἀπολελοιπέναι | τὴν ὄχθην οὐκ ἔπαθε τοῦτο δὴ 1 τὸ πάλαι θρυλούμενον οὐδ’ ὅπερ ἐβούλετο προσδοκή- σας ἥξειν αὐτόματον ῥᾳστώνης ἐποιήσατο τὸ ὑπόλοιπον τοῦ χρόνου, ἀλλ’ ἡγησάμενος τοὺς τοιούτους τῶν και-
ρῶν ἔργων, οὐκ ἐλπίδος δεῖσθαι αὖθις ἔθει τὸν δίαυ- λον ἀποπληρῶν, ὥσπερ ὡς ἀληθῶς ἐν σταδίῳ διαθέων ἄνω καὶ κάτω συνεχῶς, ἀλλ’ οὐ τὸ πλέον τῆς οἰκου- μένης ἐπιών.
2 3 4 ἑτέρα πορεία. καὶ τοῖς ὁρίοις ἐφειστήκει τοῖς Περσι- κοῖς ἐπιθυμῶν αἱμάξαι τὴν δεξιὰν καὶ ὁ τὸν θυμὸν δεξόμενος οὐκ ἦν, ἀλλ’ οἱ τὸν πόλεμον εἰσαγαγόντες ἐν φυγῇ τὸν πόλεμον διέφερον οὐκ ἐκ συμπλοκῆς εἰς
φόβον ἐμπίπτοντες, ἀλλά τῷ φόβῳ συμπλοκὴν οὐχ ὑπομένοντες οὐδὲ ἐκ χειρῶν γενομένης τῆς τροπῆς, άλλ’ ἀρκούσης τῆς φήμης εἰς τροπήν.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.