παίοις ἐκεῖνος ἐγγέγραπται, δεῖ δὲ καὶ τοῖν παίδοιν τὸν ἐπὶ Πέρσας τεταγμένον νίκαις ἐλλαμπρύνεσθαι βαρβαρικαῖς, καὶ δόξαν οὕτως τὸν μὲν ἄνω πρὸς αὑτὸν καλεῖ, τῶιδε φέρων τὸ ἔργον προσέθηκεν.
συμβάν καὶ ὡς ἤδη τὰς πόλεις ἔχειν ἡγοῦντο, πρόχει- ρον τεκμαίρεσθαι, ταῖς δὲ ἄρα φύλαξ καταλέλειπτο μέγ’ ἀμείνων καθ’ Ὅμηρον ἢ τό γε ἀληθέστερον κατ’ οὐδὲν δεύτερος. ἐν ἐκείνῳ μέντοι τῷ καιρῷ δυοῖν τοῖν μεγίστοιν συνέπεσε χρεία. ἔνθεν μὲν γὰρ ἡ τοῦ πα-
τρὸς ἐπέστρεφε ταφή, ἑτέρωθεν δὲ Περσικῆς ἐφόδου κτύπος. ἔδει δὲ ἢ τοῖς πολεμίοις ἀπαντῶντα τῆς ὁσίας καταμελεῖν ἢ τὴν ὁσίαν θεραπεύοντα τοῖς πολεμίοις ἀνοῖξαι τὴν ἀρχήν.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.