δὴ καὶ σαγάρεις καὶ αἰχμαὶ καὶ ξίφη καὶ πᾶν ὄργανον 1 πολεμικὸν ἐν εὐπορίᾳ τῆς ὕλης ἐχαλκεύετο. | πάντα δὲ διερευνώμενος καὶ καταλιπὼν οὐδὲν ἀνεξέταστον ἐπενόησεν ἱππικὸν ἄτρωτον ὧς εἰπεῖν κατασκευάσασθαι. οὐ γάρ ὅσον εἰς κράνος καὶ θώρακα καὶ κνημῖδας τῴ
παλαιῷ τρόπῳ τὴν ὅπλισιν ὥρισεν οὐδ’ ὅσον μετώπου καὶ στέρνων ἱππικῶν προβάλλεσθαι χαλκόν, ἀλλ’ ὥστε 2 3 4 τὸν μὲν ἐκ κεφαλῆς εἰς ἄκρους πόδας, τὸν δὲ ἐκ κο- ρυφῆς εἰς ἄκρας ὁπλὰς κεκαλύφθαι τοῖς φυλακτηρίοις, ὀφθαλμοῖς δὲ μόνοις ἀνεῷχθαι χώραν εἰς ὄψιν τῶν πραττομένων καὶ ταῖς ἀναπνοαῖς τοῦ μὴ ἀποπνίγεσθαι.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.