σὰς διὰ τῶν πρέσβεων αἰτεῖ σιδήρου πολύ τι χρῆμα, πρόφασιν μὲν ὡς ἐφ’ ἕτερον ἔθνος προσοίκων βαρβά- ρων, τὸ δὲ ἀληθὲς κατὰ τῶν δεδωκότων ἐγνωκὼς χρῆ- σθαι τῇ δωρεᾷ. ὁ δὲ τὴν μὲν ἀληθεστέραν αἰτίαν οὐκ ἠγνόει, τὴν γὰρ ὑποψίαν παρεῖχεν ἡ τοῦ λαμβά-
νοντος φύσις, εἰδὼς δὲ ἀκριβῶς ὅποι φέρει τὰ τῆς τέχνης, παρὸν ἀντιτείνειν προθύμως ἔδωκεν ὁρῶν μὲν ἅπαν τὸ μέλλον τοῖς λογισμοῖς ὥσπερ ἂν ἤδη γεγενη- μένον, αἰσχυνόμενος δὲ τῷ παιδὶ πολεμίους καταλιπεῖν ἀόπλους, βουλόμενος δὲ σκῆψιν ἅπασαν αὐτοῖς προανῃ-
ρῆσθαι, φράττων δὲ τοὺς ἐναντίους ἀκριβῶς, ὅπως τοῖς ἅπασιν ἀνθοῦντες κατενεχθεῖεν. ἡ γὰρ τῶν ἡττη- 1 2 μένων λαμπρότης εἰς τὴν τῶν κρατησάντων εὔκλειαν συντελεῖ.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.