ἂν δύνηται τὰ περὶ τὴν Πέρσιδα τοῦ πρεσβυτέρου ἐν- τεῦθεν ἐπὶ τὴν ἐσπέραν μεταχωρείτω | ποικίλοις 3 ὁμοῦ καὶ μεγίστοις ἔργοις ἐντευξόμενος.
συντελέσειν εἰς τὴν προκειμένην εὐφημίαν τουτὶ τὸ μέρος ἢ σύμπαντα τὰ λοιπά. ὁμολογεῖται μέν γὰρ ἐκεῖνος ἅπασι τοῖς εἰς ἀρετὴν φέρουσιν ἅπαντας τοὺς ἔμπροσθεν παραδραμεῖν, τούτου δὲ οὕτω σαφοῦς ὄντος καὶ διπλῆν οὐ δεχομένου γνώμην πάλιν ὁμολογεῖται
τῇ κατά πόλεμον ἀρετῇ τοσοῦτον αὑτὸν παρελθεῖν ὅσον τοῖς ἅπασι τοὺς λοιπούς. πολλῶν γάρ, οἶμαι, πολέ- μων ἐκείνῳ συστάντων, τῶν μὲν πρὸς ὁμοφύλους, τῶν δὲ πρὸς τοὺς βαρβάρους, οὐδείς ἐστιν ὂν οὐ κ·ατὰ νοῦν θέμενος ἀπηλλάγη οὐδὲ πρὸς ὂν ὑπακούσαντι μετεμέ-
λησεν οὐδ’ ὃς ἄνευ λαφύρων αὐτὸν ἀπέπεμψεν, ἀλλ’ 4 ὥσπερ συγγραφὴν πρὸς τὴν Τύχην ὑπέρ νίκης ἀϊδίου πεποιημένος οὕτω θαρρῶν τε τὰ ὅπλα ἐτίθετο καὶ ταῖς ἐλπίσι τὸ τέλος σύμφωνον ἐκομίζετο.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.