μηδὲν ἐξ ἀρχῆς ἐσχηκέναι θαυμαστὸν ὁμολογίαν, ὥστε ἣν χρόνος ὅτε οὐκ ἣν Ἀλέξανδρος λαμπρός· οἱ δὲ ἡμέ- τεροι βασιλεῖς ἐκ μεγέθους τε τὴν πρώτην ἤρξαντο καὶ διετήρησαν εἰς τέλος τὸ μέγεθος. χωρὶς δέ τού- των Ἀλεξάνδρου μέν αὐξομένου κατὰ τὴν ἀρχὴν ἦσαν
οἱ φάσκοντες ἀδικεῖσθαι, τὰ γὰρ ἑτέρων ἀφαιρούμενος ηὔξετο, οὗτοι δὲ ὁμοῦ τε μέγιστοι τῶν ἀπάντων εἰσὶ καὶ τὴν ἑτέρων οὐ περικόπτουσιν. ἄνωθεν γὰρ ἔχον- τες ὅσην ἄξιον οὐδεμιᾶς προσθήκης προσδέονται.
χωρῶν αὐταῖς ἤδη προσάγειν ταῖς πράξεσιν αἳ μετά κινδύνων ἐτελέσθησαν. καὶ ἔγωγε μείζω κίνδυνον ὁρῶ τοῖς λέγουσιν ἐπικείμενον ἢ τοῖς παραταξαμένοις αὐτοῖς. οὕτως οὐ φαυλότερον εἰπεῖν τι τῶν μεγίστων ἢ κατορθῶσαι. τοσοῦτον δὲ ὑπειπεῖν ἄξιον. ἡμῖν γὰρ
ἡ γνώμη νῦν οὐχ ἱστορίαν συνθεῖναι πάντα περιλαμ- βάνουσαν οὐδέ διήγησιν ψιλὴν ἀποτεῖναι μηδὲν ἔξω καταλείπουσαν ἑαυτῆς, ἀλλ’ εὐφημίαν τινὰ τοῖς σω- τῆρσι τῆς οἰκουμένης ἀναθεῖναι.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.