τέροις ἐσθήμασί τε καὶ ἐπιτηδεύμασιν ἐκ νεότητος συ- ζῶντας ἀμαθεῖς γενέσθαι μικρότητος, ὥστε ταπεινῷ μέν ἢ φαύλῳ μηδενὶ προσάγειν τὸν λογισμόν, ὅ τι δέ βουλεύσαιντο, τοῦτο πρὸς μέγεθος βλέπειν. ταῖς γὰρ τῶν νέων, οἶμαι, ψυχαῖς ἁπαλωτέραις οὔσαις ὅ τι
ἂν προσενέγκῃς μάθημα ῥᾳδίως ἱδρύεται καὶ παγὲν τὴν πρώτην ἀμετάστατον μένει, καὶ οὔτε ὁ τῶν σεμνο- τέρων ἐθάς, εἰ δυσχερείᾳ χρήσαιτο, πρὸς τὴν ἀκαιρίαν ἐκπλαγεὶς ἐκβάλλει τὸ φρόνημα οὔτε ὁ ταπεινότητι σύντροφος πρὸς τὰ μείζω καλούμενος ἐξισοῖ τὴν γνώ-
1 2 3 μὴν τοῖς πράγμασιν, ἀλλ’ ἐν τοῖς ὄροις μένων τῆς παλαιᾶς συνηθείας ἔοικεν ἀποσειομένῳ τὸ μέγεθος ἐλάττων ὢ ἢ φέρειν.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.