κἂν εἰ τὰ μάλιστα τὸ μέλλον ἀνιχνεύοι, δυοῖν ἐμπό- δισμα γίνεται, φιλοτιμίᾳ τε καὶ ἀνδρίᾳ. τούς τε γὰρ ἀποτευξομένους εἰ προειδεῖεν οὐκ ἐᾷ κρείττονα τῆς τύχης παρασχέσθαι τὴν προθυμίαν, ἀλλ’ εὐθὺς δειλοὺς ποιεῖ τά χείρω προδείξασα οἷς τε ἀπόκειται τὰ χρηστὰ
τούτους ἀφαιρεῖται τὴν ἐπ’ ἀνδρίᾳ δόξαν. οὐ γὰρ ἀρετῇ μᾶλλον ἢ τῷ τῆς ἐκβάσεως προδήλῳ δοκοῦσι πεπιστευκέναι. ὅσοι δ’ ἂν ὁμοίως ἀγνοοῦντες τὸ πέ- ρας ἄνδρες ἀγαθοὶ γίγνωνται, καὶ κατορθοῦντες θαυ- μαστοὶ καὶ σφαλέντες ἄμεμπτοι.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.