ὅτι τότε μέν τὸ τοῦ Δημοσθένους συνέβαινε καὶ μεί- ζων ἣν ὁ τοῦ μέλλοντος φόβος τῆς παρούσης χάριτος καὶ τὰς δόσεις αἰ δημεύσεις κατελάμβανον. ἐῴκει δὴ τὸ γιγνόμενον Εὐρίπου στροφαῖς. εἰς γὰρ τὸν δεδω- κότα τὸ δῶρον ἐπανήρχετο μετά τοῦ προστρίψασθαι
τῷ λαβόντι συμφοράν. οὔκουν εἴα τοῦ μέλλοντος τὸ δέος ἠρεμεῖν τὸν δεξάμενον, ἀλλὰ μία σωτηρίας ἐλπὶς ὑπέκειτο τὸν δεδωκότα διαφθεῖραι. νῦν δέ γε πολὺς μὲν ἐκ βασιλέων πλοῦτος εἰς τοὺς ὑπηκόους μεταρρεῖ, πανταχοῦ δέ τὸ βέβαιον τῇ φιλοτιμίᾳ συνέζευκται καὶ
τοῖς λαμβάνουσιν οὐ μείζων ἡδονὴ τοῦ λαβεῖν ἢ τοῦ μετ᾿ ἀσφαλείας ἔχειν.
θότων λυπεῖν ἐν αἰχμαλώτῳ τύχη, εὐθὺς ἂν οὐδὲν 1 2 περισκεψάμενος εἴποι τὴν τῶν γυναικῶν αἰσχύνην. τοῦτο τοίνυν ἐν μέν ταῖς ἀνωτέρω βασιλείαις οὐκ ἀπετέτραπτο, ἀλλ’ ὥσπερ τοὺς φόρους ἐκλέγειν ἐν τοῖς νενομισμένοις ἐτέτακτο, οὐτῶ καὶ τὰ τῆς ἁρπαγῆς τῶν γυναικῶν εἰς ἔθος ἀ ἀφῖκτο, καὶ οἱ τοὺς πολεμίους ἀν-
εἴργοντες τᾤ τῆς ἐλευθερίας σχήματι τἀς τῶν ἀνδρα- ποδισμῶν συμφορὰς ἀνεμίγνυσαν οὐδὲν ἀπεοικότες κυ- νῶν γενναίων μὲν πρὸς τοὺς λύκους, ὠμῶν δὲ πρὸς τὰ ποίμνια.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.