πολεμίοις συμβάλοι, κατὰ τῶν θηρίων ὁπλίζεται καὶ τῆς ἐν πολέμοις ἀνδραγαθίας οὐχ εὑρίσκων τὸν καιρὸν ἐπὶ τῶν εἰδώλων τὴν ἀρετὴν ἐπιδείκνυται ἐν ἡλίῳ μὲν καθαρῷ τὸ σῶμα γυμνάζων, τὴν δὲ συμμιγῆ σκιὰν εἰς θρύψιν ὑποφέρειν τοὺς χρωμένους ἡγοῦ μένος. ὅλως
τε βασιλεὺς ἐθέλει κεκλῆσθαι τῷ τῆς ἀρετῆς ὑπερ- βάλλοντι μᾶλλον ἢ τῷ τῆς τύχης βελτίονι.
ἰατρῶν ἀγαθοὶ καὶ τὴν προσηγορίαν τῇ τέχνη βεβαι- 1 2 3 οῦντες οὐ μιᾷ φαρμάκων ἰδέᾳ καθ’ ἀπάντων κέχρηνται σωμάτων, ὁρῶντες δὲ | τὸ διάφορον ἐκεῖθεν τὸ 4 τῶν φαρμάκων ἀνευρίσκουσιν οἰκεῖον καὶ τηνικαῦτα μάλιστα τὰ τῆς ὑγιείας συμβαίνει καθαρῶς, ἡνίκα ἂν ἀμφοῖν ἡ συμφωνία σωθῇ, οὕτω καὶ βασιλεία μετ’
ἐπιστήμης ἐπὶ τὴν ἀρχὴν ἰοῦσα τῇ τῶν ἀρχομένων ἕξει τὸ σύμμετορον πορίζεται. καὶ ἢν τε δριμυτέρων ἤν τε πρᾳοτέρων δέη φαρμάκων, ἑκατέρου τὸν καιρὸν οὐκ ἀγνοήσει. ὥστε εἴπερ αὐτοῖς ἐπῆλθε πρὸς ἀλλήλους ἀμεῖψαι τὰς ἀρχάς, πάντως ἂν καὶ τὰς ἀλλήλων ἀρ-
μονίας ἀντέλαβον.
ἐπεβούλευον οἴ τε τῶν μειζόνων ἀπολαύοντες τοῖς τὰ μικρὰ καρπουμένοις καὶ τῶν ἐλαττόνων ἐφθόνουν. ἀλλὰ μὴν αἴ γε τῶν δυναστειῶν ἰσότητες καὶ πολὺ μειζό- νως ἔτρεφον τὸ νόσημα, καὶ φύσεως μὲν θεσμὸς τυ- 5 6 7 ρανικῆς ἐπιθυμίας δεύτερος ἐκέκριτο, τὸ δὲ οἰκεῖον ἅπαν παρανοίας ἔγεμεν ἐφ’ ἑαυτό. καὶ τῶν συμφορῶν αἶ μέγισται περὶ τὰς βασιλείας ὑμνοῦνται συμβῆναι. ὅθεν μοι δοκοῦσιν ἐπαρθέντες οἱ ποιηταὶ καὶ μέχρι τῆς
οὐρανίας ἁψῖδος τὰς ἐπιβουλὰς ἀνενεγκεῖν.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.