νόμενοι καὶ μετ' ἀλλήλων συνιστάμενοι, ἐπεὶ δὲ εἶδον | τὸ κεφάλαιον ὑποκύψαν καὶ τοὺς ταράττειν εἰθισ- 1 μένους ἐκπλαγέντας, ἠκολούθησαν τῇ παρὰ τοῦ φόβου κρίσει καὶ πρὸς τὸ παράδειγμα σωφρονισθέντες τὰς ἐπιδρομὰς κατέλυσαν. καίτοι τί ποτ’ ἂν ἔδρασεν ὁ
τοιοῦτος εἰς ἀνάγκην χειρῶν ἀφιγμένος, ὅστις ἐλπι- ζόμενος τοὺς μανικωτάτους συνέστειλεν;
οὐ χείρονα τροπαίου τοῦ μεγίστου φανεῖσθαι τὸν πλοῦν. Ἡρόδοτος μὲν οὖν ὁ πλείω τῶν ἀναγκαίων ἐξητακὼς διαρρήδην διαμάχεται μὴ εἶναι τὸν πολυύμνητον Ὠκεα- νόν, ἀλλ’ Ὁμήρου φησὶν ἤ τινος ἄλλου γενέσθαι πλάσμα ποιητοῦ καὶ οὕτως εἰς τὴν ποίησιν τὴν προσηγορίαν
εἰσενεχθῆναι, οἱ δὲ καὶ πιστεύοντες εἶναί που τὸν Ὠκεανὸν ἰλιγγιῶσι πρὸς τοὔνομα· ὁ δὲ τοσοῦτον ἀπέσχε τοῦ τοιοῦτόν τι παθεῖν, ὥστ’ εἰ μὴ καὶ γνοίη καὶ καθ- ελκύσειε ναῦν καὶ ἐμβὰς κομισθείη καὶ τοῖς Βρετ- τανίσς προσορμισθείη λιμέσι, τὸ μέγιστον ἡγεῖτο παρ-
ἥσειν τῶν ἑαυτῷ προσηκόντων.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.