καθαρῶς τὸ πρῶτον κῦμα περὶ τοὺς προβόλους ῥαγῆ- ναι τὸ δεύτερον ἐγκαταλαμβάνει καὶ τὸ τρίτον αὖθις καὶ τοῦτο διατελεῖ γιγνόμενον, ἴως ἂν λήξῃ τὰ πνεύ- ματα, οὕτω δὴ καὶ τὰ τῶν Φρακτῶν γένη τῷ τῶν πολεμικῶν ἔρωτι πρὸς μανίαν κινούμενοι πυκνὰς ἐποι-
οῦντο τὰς προσβολὰς καὶ πρὶν τὴν πρώτην ἱκανῶς ἀπο- κρουσθῆναι φάλαγγα, δεύτερος στρατὸς ἐπέπιπτεν.
εἰρήνης ἐπιθυμίαν ἔτρεψε κὰτ ἄλλο μὲν οὐδέν, μείζω δὲ τῆς ἐκείνων περὶ τὰς μάχας προθυμίας τὴν οἰκείαν προδείξας. οὔκουν εἰς πεῖραν χειρῶν ἐλθεῖν ὑπέμειναν, ἀλλ’ ἤρκεσεν ὁ φόβος τὰ τῆς πείρας ἐργάσασθαι, καὶ δεξιὰς εἰς μὲν δορατίων ἄφεσιν οὐκ ἀνέτειναν, εἰς δὲ
συνθηκῶν αἴτησιν προὔτειναν.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.