ζάλη μὲν θαλάττης οὐδὲν ἠπείρου φοβερωτέρα, κρυμὸς δὲ ἀρκτῷος εὐκρασίας ἀέρων ἡδίων, συμφορά δὲ με- γίστη βίος ἀπράγμων καὶ πέρας εὐδαιμονίας οἱ τῶν πολέμων καιροί, κἂν εἴ τις ἀκρωτηριάσειε, τῷ λειπο- μένῳ μάχονται, καὶ οὔτε κρατούντων ἡ δίωξις δέχεται
πέρας εἴτε κρατηθῆναι συμβαίη, τῆς φυγῆς τὸ τέλος ἀρχὴν ἐφόδου ποιοῦνται. γέρα δὲ ἀπονοίας καὶ τιμὰς θρασύτητος νομοθετήσαντες ἔχουσιν. ἀρρώστημα δέ ὅλως τὴν ἡσυχίαν κρίνουσι.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.