τε σκηνὰς διαρπάζουσι τῶν ἤδη πεπονημένων ἐγγύθεν τοὺς καρποὺς κομιζόμενοι καὶ ὅσους ἐγκατέλαβον κτεί- νοῦσι, μόνον δὲ τὸ πεφευγὸς διεσώζετο. τῆς δὲ τρο- πῆς γεγενημένης λαμπρᾶς ἐδεῖτο μὲν τὸ ἔργον λαμπρο- τέρας, εἴπως ἐνῆν, ἡμέρας εἰς τὸ τῶν κατορθωμάτων
πέρας, ἐπεὶ δὲ εἰς νυκτομαχίαν ἐξώκειλε, τοξευόμενοι μὲν ἐκ τῶν λόφων, ἀμφίβολοι δὲ γενόμενοι δορατίων τε ἡδῆ καὶ βελῶν τοῖς σώμασιν ἐναποκεκλασμένων, 1 ἀφῃρημένοι δέ ὑπὸ | τῆς νυκτὸς τὸ δύνασθαι χρήσασθαι σφίσιν αὐτοῖς ἀνά τὸ σκοτεινὸν ὅμως χω-
ροῦντες ὁπλῖται πρὸς ψιλοὺς πόρρωθεν ἰσχύοντας καὶ πρὸς ἀκραιφνεῖς πεπονηκότες ἄνδρας μὲν ἀγαθούς ἀπέβαλον, τῆς χώρας δὲ τοὺς πολεμίους ἐξήλασαν.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.