ὑπολαμβάνω ὧν οὐκ ἔνεστι τοὺς μερίτας εἰπεῖν. ὥστ’ 1 2 εἰ καὶ | σφόδρα φιλονεικεῖ τις μὴ πάντα κατά 3 γνώμην κεχωρηκέναι τοῖς στρατιώταις, οὐδὲν ἂν κω- λύοι τοὺς μὲν μὴ πάντα κατωρθωκέναι, τὸν δὲ παντα- χοῦ νενικηκέναι καὶ πρώτους γε ἐκείνους ὧν ἄμεινον ἐβουλεύσατο.
μένον γὰρ τὸν ἵππον ὁ πεζὸς ἐξιστάμενος ἐκείνῳ μὲν κενὴν τὴν ὁρμὴν κατεσκεύαζεν, αὐτὸς δὲ ἐν τῇ παρα- δρομῇ τὸν ἔποχον ῥοπάλῳ παίων ἐπὶ κόρρης ἀνέτρεπέ τε καὶ τὸ λοιπὸν εὐπετῶς εἰργάζετο. ἔπειτα οὐκ ἐφθη- σαν τῷ τείχει τὰς χεῖρας προσενεγκόντες καὶ καθῄρητο
τὸ] πᾶν ἐξ ἐπάλξεων εἰς πρώτην κρηπῖδα καὶ ὁ κω- λύσων οὐκ ἣν.
Oratio 59. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.