τοῦ διδασκάλου. ὁ μὲν γὰρ ἐπιστήσας τῷ υἱεῖ τὸν ἄνθρωπον ἐν ἄλλοις ἐστίν, ἐν ἐπιμελείᾳ μὲν πόλεως, ἐν φροντίδι δὲ ἀγρῶν καὶ τῶν ἐν αὐτοῖς καὶ] θερα- πόντων τε καὶ θεραπαινῶν, πολλάκις τε συνέβη τι τοιοῦτον, δι’ ὃ κατέτριψεν ἐπ’ ἀγορᾶς ἅπασαν τὴν
ἡμέραν· τῷ δ’ αὐτὸ τοῦτο ἓν ἕργον, ὁ νέος καὶ τὸ τούτου συμφέρον. καὶ νυκτὸς ἡκούσης τῷ πατρὶ μὲν ἔξεστιν ἐν ὕπνῳ κεῖσθαι καὶ προστιθέναι τι καὶ τῆς ἡμέρας, | εἰ δόξειεν· ὁ δὲ αὐτόν τε καὶ τὸν νέον 1 ὑπάγει τῷ λύχνῳ καὶ πρῶτον αὑτὸν ἀφυπνίσας ἐπ’
ἐκεῖνον ἔρχεται πλέον τι τῶν ἀλεκτρυόνων ποιῶν, ἐγεί- ρων τῇ χειρί.
Oratio 58. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.