καὶ ἐκάλουν με δικαστήν, οὐχ ὑμεῖς. ἣν γὰρ τοῦθ’, ὡς ἔοικεν, ἀνάξιον τῶν ὑμῖν ὑπαρχόντων. καὶ ἐγὼ μὲν ἔσβεσα τὴν φλόγα λόγοις, ὑμεῖς δὲ ἐρρῶσθαι φρά- σαντες Σοφοκλεῖ καὶ τῷ λέγειν καὶ πείθειν ἐπὶ τοὖργον ἐπηδήσατε καὶ μείζονος φρονήματος ἀπό γε τοῦ περὶ
τὸν τάπητα γέμοντες ἀπήλθετε καὶ τῆς ὑστεραίας εἰς τὸ διδασκαλεῖον ἤλθετε δέον ἐν σκότῳ καθημένους 1 2 μέμφεσθαι τά πεπραγμένα καὶ τὸ κοινὸν δὴ τοῦτο τῶν ἀδικούντων ποιεῖν, αἰτιᾶσθαι τὴν Τύχην ἀνθ’ ἑαυτῶν.
οὐ τῷ μὴ πεπονθέναι τὸ μηδὲ παθεῖν ἴσχε. λογίξετ’ οὖν τούτων ἕκαστος τῶν οὐ πεπειραμένων τοῦ τάπη- τος, ὧς οὐκ ἰσχυρὸν αὐτοῖς τὸ μὴ πεπειρᾶσθαι πρὸς τὸν ἔπειτα χρόνον οὐδ’ ὁ παρελθὼν ἐγγυᾶται τὸ μέλ-
λον, ἀλλ’ ἢν ὀργή ποτε προσπέσῃ, ταχὺ πολλὰ τοιαῦτα ἱστᾶι. ἑνὸς κατεχέατε τὴν ὕβριν, τῶν δ’ ἄλλων ἀπέ- σχεσθε. παρά τοῦτ’ οὖν οὐχ ὑβρίκατε τὸν ὑβρισμένον; οὐκοῦν οὐδ’ ὁ κτείνας ἔνα ἄνδρα ἀνδροφόνος, ὅτι μὴ πάντας; οὐδ’ ἂν τὴν ὑπὲρ τοῦ τεθνεῶτος δοίη δίκην
δικαίως διά τοὺς ζῶντας;
Oratio 58. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.