γοῦν ἐκείνης τῆς ἡμέρας εἰς ταύτην ὁ τοῦ τάπητος λόγος ἔχει τὴν πόλιν, καὶ τὸν πεπονθότα καὶ τοὺς | 1 πεποιηκότας ἐλεοῦντας, <ἐλεοῦντας> δὲ ὑμᾶς πλέον ἐν οἷς τοιοῦτοι τρόποι. ὥστ‘ εἴπερ εἴχετε νοῦν, ἔδει νομίζειν ἐχθρὸν τὸν τοιαῦτα ᾐτηκότα. διά
τί γὰρ ἐζήτει παρ’ ὑμῶν ἄ μὴ παρ’ αὑτοῦ; εἰ μὲν γὰρ οὐκ ἄτοπον τὸ διὰ τοῦ τάπητος, αὐτὸν ἔδει τοῖς περὶ αὐτὸν ἐπιτάττειν λαμπρᾷ τῇ φωνῇ τὸν παιδαγωγὸν 2 3 4 ἐγκαθίζειν εἰς τὸν τάπητα τἀπὶ τούτῳ πεισόμενον· εἰ δὲ πονηρὸν εἶναι τὸ πρᾶγμα κατεγνώκει, πῶς οὐκ ἠδί- κεἰ ταῦτα ἐφ’ ὑμᾶς ἄγων ὧν οὐ καλὸν ἡγεῖτο μετέχειν δοκεῖν;
Oratio 58. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.