τά βέλη; καὶ τίνας οἴει πρὸς ἐμὲ τοὺς ἄλλους ἄρχον- τας ἔσεσθαι βλέπειν ἔχοντας εἰς τὰ τοιαῦτα παρα- 1 2 δείγματα; οὐ τοιαῦτα πρὸς αὐτοὺς ἐρεῖν; ἀνὴρ οὗτος ἀτιμαζόμενος μὲν οἶδεν οὐκ ὢν ὁπόσος ὁ ἄρχων, τιμώμενος δὲ συρίττει.
λήσει τὴν <σὴν> κεφαλήν. πάνυ γε. καὶ γάρ ἄλλας μυρίας. καὶ κομιδῆ τινας ὀλίγους οἶδα τοὺς οὐ τοῦτο λαβόντας. φίλος μὲν γάρ ἐστιν οὐδενὶ οὐδὲ βούλοιτ’ ἂν εὖ πρᾶξαί τινα ἀνθρώπων, τοῖς δὲ χείλεσιν ἐξαπατᾷ καὶ βούλοιτ’ ἂν ἕκαστον νομίζειν αὑτὸν παρ’ αὐτῷ
προκεκρίσθαι τῶν ἄλλων. ἐπειδὴ γάρ οἶδε τοῖς πράγ- μασιν αὐτοῖς οὐ κτησόμενος ἐπαινέτας, ταύτην εὕρηκε τὴν τέχνην, ὡς εἰς ἀτιμίας τάξιν ἥκειν αὐτοῦ τὰς τιμάς.
ὑπὲρ Μάλχου βοηθεῖν βουλομένους. ἀλλ’ οὐ 3 ταῦτά φησι | Μαρέας οὐδ’ ὁ τούτῳ παρεδρεύων, δι’ οὓς πάντα ἀργυρίου, πάντα ἐν πράσει. καὶ πολὺς ὁ νιφετὸς τῶν λημμάτων διδόντος μὲν τοῦ διώκοντος, διδόντος δὲ τοῦ φεύγοντος, τὰ μὲν ἀλλήλων οὐκ εἰδό-
τῶν, ὄντων δὲ ἐπὶ τῆς αὐτῆς ἐλπίδος. ἰνὶ δὲ οὐδὲ τοῖς ἡττημένοις ὃ προήκαντο κομίσασθαι ὅρκοις τισὶ προδιῳκημένου τοῦ πράγματος. προῖκα δὲ οὐδέν, οὐ ψῆφος, οὐκ εἴσοδος, οὐκ ὄνομα, οὐ συλλαβή τις, οὐ 4 5 γράμμα.
Oratio 57. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.