εἴ με κελεύοι λελουμένον καὶ πεπωκότα χωρεῖν εἰς τὸ διδασκαλεῖον, πείσομαι; τί δαί, μισεῖν τινα τῶν φί- λων, πείσομαι; τί δαί, κύβους ἐν χεροῖν ἀντὶ βιβλίων ἔχειν, πείσομαι; καὶ μήν, εἰ τὸ νῦν ἀνεξόμεθα δι᾿ ἢν ἔχει δύναμιν, κἀκείνων ἕκαστον [δι᾿ ἢν ἕκαστον]. τοῦ
γὰρ αὐτοῦ δέους ἐπόντος οὐκ ἔστιν οὐδὲν φυγεῖν.
2 3 λέγει, τὸ δ’ ἀφανὲς ἐκ τοῦ φανεροῦ λαμβάνει κὰγ Ἰσοκράτην τὴν κρίσιν. εἰ μέν εἰσιν οἶ εὑ πὰρ αὐτοῦ δι’ ἐμὲ πεπονθότες, δεῖ πιστεύειν ἔσεσθαί τι παρα- πλήσιον· εἰ δ’ οὐδεὶς ἀγνοεῖ τά Μάλχου, εὔηθες αὑτοὺς
ἐξαπατᾶν καὶ τοῖς οὐδέποτε ἐσομένοις δελεάζεσθαι.
Oratio 57. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.