μῖσος, μὴ θεραπεύσῃς ὄφιν, μὴ γένῃ κακὸς εἰς ἱκέτην δοῦλον οἷς ἔπαθε τῶν αὑτοῦ δούλων γεγενημένον, οὐκ ἐγκαλέσαι δυνάμενον οἰκέ- ταις, οὐ κατηγορῆσαι ῥᾳθυμίας υἱέων, οὐ μέμ- ψασθαι γυναικὸς ὕπνον, πανταχοῦ γεγυμνω-
μένον φρονήματος καὶ τῆς παρρησίας ταῖς τε ῥάβδοις καὶ ἃ προσεγένετο ταύταις ἐκβεβλη- μένον.
δῦνον ἄρχοντος ἔχθραι. ἐγὼ δὲ τοῦτο πάλαι μὲν ἠπι- στάμην, οὐ μὴν φόβῳ γε τῆς δυνάμεως προὔδωκά ποτε τὸ δίκαιον οὐδὲ ἐκείνους ἐκολάκευσα μᾶλλον ἢ μετὰ τῶν ἠδικημένων ἔστην. καὶ ταῦτα πολὺς μέν μοι σύνοιδε χρόνος, πολλαὶ δὲ πόλεις, πολλὰ δὲ ἔθνη,
πολλοὶ δὲ ἄνθρωποι, πολλοὶ δὲ τόποι καὶ τὸ δὴ μέ- γιστον ἀπάντων, οἱ θεοί, οἳ ἀνθ’ ὅπλων μοι καὶ περι- βόλων καὶ τειχῶν γεγένηνται. οὐ γὰρ ὧς οὐκ ἐπεβου- λευόμην εἴποιμ’ ἄν, ἀλλ’ ὡς τῇ τῶν θεῶν ῥοπῇ διε- σωζόμην, ὥσπερ ἐκεῖνος ὁ τὴν Τροίαν ἑλὼν τῇ τῆς
Ἀθηνᾶς εὐνοίᾳ, ἢ τά τε ἄλλα αὐτῷ συνέπραξε καὶ τά 5 6 οἴκοι συγκατέστησε.
Oratio 57. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.