ψώμεθα δὴ καὶ αὐτὰ τά ῥήματα τά, ὡς ὅδε φησί, δα- κόντα αὐτόν. ὡμολόγησε μὲν ὀφείλειν καὶ καταθήσειν, 1 2 οὐ μὴν εὐθύς γε δύνασθαι, δεῖν δέ οἱ μηνῶν δύο. ταῦτ᾿ οὖν ὀργῆς ἄξια; ταῦτα θυμοῦ; ταῦτα χαλεπό- τητος; ταῦτα ἀγριότητος; οὐκ ἀφ’ οὗ γένος ἀνθρώπων καὶ τὸ εἰσπράττεσθαι καὶ τὸ ὀφείλειν, τοῦτ’ ἔχει τοῖς
ὀφείλουσι βοήθειαν τῶν μὲν αἰτούντων ἀναβολήν, οἷς δὲ ἔξεστιν ἀνανεύειν, διδόντων κἀν τούτῳ τοῖς ὀφεί- λουσιν ἀναπνεῖν παρεχόντων; ὃ γὰρ οὐκ ἂν δυναίμην διαλῦσαι τήμερον, ὕστερον ἄν. κατέχει δὲ αὐτὸν ὁ δεδανεικὼς ὁ μὲν δύο μῆνας, ὁ δὲ τρεῖς, ὁ δὲ δὶς
τοσούτους, ὁ δ’ ἐνιαυτόν, ὁ δὲ καὶ πλεῖον, εἶθ’ ὕστερον ἃ προεῖται κομιζόμενος αὑτόν τε ἐπαινεῖ καὶ τὴν αὑτοῦ μέλλησιν, ὡς αὐτὴν οὖσαν τὴν ἀποδοῦσαν. 3
Oratio 57. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.