χειρόνων. καὶ κινδυνεύω γέρων ἄνθρωπος ἐνέγκασθαι προσηγορίαν ἢν οὐδ’ ὄναρ νέος ὤν.
πᾶν εἶχον. τί γὰρ πλέον ἔχειν πρᾳοτέραν ἡμέραν θη- ριώδους τῆς μετ’ | ἐκείνην ἐσομένης καὶ τῆς μὲν 2 φεισομένης, τῆς δ’ ἀπολούσης; οὐδὲ γὰρ ἰατρός, εἰ κτείνειεν αὔριον ὂν ἔσωσε τήμερον, μισθοῦ μεμνῆσθαι δίκαιος διὰ τὸ τήμερον ἔργον ἢ μίσους τυγχάνειν διὰ
τὸ δεύτερον. οὐδ’ αὖ λῃστὴς ὂν ἐθήρασεν ἑστιάσας πρότερον, εἶτα ἀποσφάξας ἧττον ἀπέσφαξε διά τὴν προλαβοῦσαν τράπεζαν. ἴσμεν δὲ καὶ τοὺς Διοσκόρους οἷς ἂν ὦσιν εὐμενεῖς μέχρι λιμένων παραπέμποντας αὐτούς τε καὶ τὸν γόμον, ἀλλ’ οὐ τοῦ μὲν ῥύονται
κλύδωνος, τῷ δὲ προίενται.
Oratio 57. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.