καὶ τῆς ἀκριβοῦς θεραπείας ἀπεστέρησε Μάλχον ἰατρῶν τῶν μὲν οὐ προσιόντων, τῶν δ’ οὐ πᾶσιν οἶς ἐνῆν χρωμένων εἰδότων, ὡς ἥδιστ’ ἂν ἀκούσαι τεθνεῶτα 1 2 τὸν Μάλχον. καὶ τοῦθ’ ὡς εἰκότως ἐπεπείκεσαν αὐτούς, αὐτὸς οὗτος ἐμαρτύρησεν ὁ πρὸς τὸν περὶ τῆς τελευ- τῆς γενόμενον λόγον οὕτω διατεθείς, ὡς καὶ σκιρτῶν ὁρᾶσθαι.
ἔχοντα ταῖς ἐμαῖς ὑπὲρ Μάλχου δεήσεσιν ἀδικεῖσθαί φησιν οὐκ ἀφικνουμένου μου παρ’ αὐτὸν καὶ πέπομφεν Ἀντίοχον πείσοντά με ποιεῖν ὃ πρόσθεν. ἀλλ’ εἰ μὲν ἀνελεῖν, Ἀντίοχε, δύνασαι τά πεπραγμένα καὶ ποιῆσαι μὴ γεγενῆσθαι, βαδίζωμεν, | ἴωμεν, εἰ καὶ ἡ νὺξ 3 ἕτερα λέγει· εἰ δ’ οὐδὲ θεῶν τοῦτο ἄν τις δύναιτο,
τί τὸν μετέχοντα τῆς ἀτιμίας Μάλχου πείθειν ἐπιχει- ρεῖς ἑαυτὸν καταισχύνειν καὶ πρὸς ἅπαντας ὁμολογεῖν, ὧς ἀναίσθητος εἴη καὶ οἷος τοὺς ὑβρίζοντας προσ- κυνεῖν;
μένον. ἀλλ’ ἴστω πᾶν τοῦτο Μάλχου καὶ τῆς ἐκείνου γνώμης τὸ ἀδίκημα.
Oratio 57. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.