αἰδῶ Σευήρου τὴν πρὸς ἐμὲ κοινῇ πάντες ἐφέροντο πρὸς ἐμέ τε καὶ ταυτὶ τὰ γόνατα, οἶ μέν τι καὶ ὐπουρ- γηκότες ἡμῖν, τοῖς δ’ ἣν αὐτὸ δίκαιον τοῦτο τὸ βε- βοηθηκέναι με πολλοῖς οὐδὲν εὖ προπαθόντα. δείλης οὑν αὐθημερὸν ἐπιτρέψαντος ἀπελθὼν αὐτὰ ταῦτα
ἀπήγγελλον, τήν τε ἐλπίδα τῶν ἀνθρώπων καὶ τὸν 1 2 3 ὡς ἐμὲ δρόμον καὶ ὡς εἴη κύριος εὐεργέτην με πολι- 4 τῶν ἐμαυτοῦ καταστῆσαι καὶ ποιῆσαι | τιμιώτερον.
ἀπάντων δεόμενος ὑπὲρ Μάλχου μάλιστα τοῦτο ἐποίουν διὰ τὸ μείζους εἶναι τοὺς κινδύνους ἐκ μειζόνων τῶν διαβολῶν.
Oratio 57. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.