ἀρχόντων ὁδοὶ χωρούντων τε ἄλλοσε καὶ ἐπανερχο- μένων. ἀλλὰ καλεῖ μὲν κἀπὶ τράπεζαν ἐκεῖνος, πολλοὶ δὲ οἶ τοῦτο ποιοῦντες καιροὶ καὶ ἄνευ γε τῶν καιρῶν 1 πολλάκις ὁ τρόπος. πολλοῖς γε ἥδιον ἑστιᾶν | ἢ τισιν ἑστιᾶσθαι. τί οὖν τότε ποιήσεις; τὸ μέν γὰρ
οὐχ ὑπακούειν χαλεπὸν ἂν εἴη ποιοῦντος, τὸ δ’ ὑπ- ακούειν ἀναισθήτου τε καὶ οὐ βουλομένου τὰ πεπραγ- μένα εἰδέναι καὶ ὂν καὶ γράψαιτ’ ἄν τις τὸν πατέρα τε λέγων καὶ οἶά ἠδικημένος οἷα ποιοῦντα τὸν παῖδα ὁρᾷ τὸν ἑαυτοῦ.
Oratio 55. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.