κακῶς, πατέρα τὸν σόν, σὲ δ᾿ ἂν τὴν ἐκείνου δύναμιν διαφυγεῖν, ἥν ἐκ τοῦ μόνος κατειληφέναι τὴν πόλιν 1 2 ἔχει. ἐὰν οὖν ἐξ αἰτίας ψευδοῦς ἐπιστήσας σοι συκο- φάντην ἢ ὅλως ἀναρπάσῃ ἢ δήσῃ, πολλοὺς δέ ἴσμεν πολλοῖς τοιαῦτα ἄρχοντας κεχαρισμένους, πότερον τῷ πατρὶ λελυκὼς ἔσῃ συμφορὰς ἢ τῶν οὐσῶν ἐκείνῳ κεκοινωνηκώς; οἶδα δὲ ἔγωγέ τισι τὸν δεσμὸν ἐξ ἐπι-
βουλῆς ἐνεγκόντα θάνατον, ὃ σύ γε μηδ’ ὄναρ πάθοις.
γνώμης τὸν ὅρκον, καιροῦ δὲ διδόντος πάλιν σε τὸν αὐτὸν ἔσεσθαι καὶ τῶν αὐτῶν ἀντιλήψεσθαι διατριβῶν καὶ λόγων. οὐκοῦν μισήσει μὲν ταῦτα λογιζόμενος, μισοῦντα δὲ ἕξει σὲ τὸν ὑπ’ αὐτοῦ μισούμενον.
Oratio 55. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.