πίστεις τῷ λόγῳ, ὃς ἐμοὶ μέν εἴρηται διὰ βραχέων, μᾶλλον δὲ οὐχ ὅλος, σοὶ δ’ ἅπας εἰρήσεται τὴν πόλιν ἐγκωμιάζοντι. δῆλον γάρ, ἐντεῦθεν ἄρξῃ τῶν ἄθλων ὑμνῶν πόλιν ἀρχαίαν καὶ τῆς Ῥωμαίων προ- βεβλημένην ἀρχῆς καὶ λόγων εἶναι βουλομένην ἐργα-
στήριον. ὁ πατὴρ δέ σοι καθεδεῖται μερίτης τῶν ἐπαί- νων τοῦ θεάτρου κἀκεῖνον στεφανοῦντος. τότε τὰ 1 2 3 4 νῦν πικρὰ καὶ χαλεπὰ φίλα τε καὶ ἥδιστα κρινεῖ, τότε τῷ πάντα γενναίως ἐνεγκεῖν αὐτὸν ἐπαινέσεται.
Oratio 55. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.