πρᾶγμα αὐτῷ. τί δ’ οὐ τῶν καλῶν τοιοῦτον; τοῦτο καὶ ἀθλητὴν στεφανοῖ καὶ στρατιώτην, τοῦτο καὶ κυβερνήτῃ παρέχει διασῶσαι τὸ σκάφος, τοῦτο καὶ ἰατρῷ τὸν νόσῳ δαπανώμενον, τοῦτο καὶ γεωργῷ τὰ διά τῆς γῆς. λόγος δὲ καὶ τοὺς θεοὺς ταύτην τῶν
ἀγαθῶν ζητεῖν παρὰ τῶν ἀνθρώπων τιμήν, ἀντ’ ἀργυ- ῥίου κα·ὶ χρυσίου τοὺς πόνους.
δ᾿ οὗτος καὶ τίς; οὐ γὰρ δὴ δώσεις, ἔφην, ταύ- την τοῖς υἱέσι τὴν ἐλευθερίαν, αὑτὸν ἔφησεν εἶναι τῶν αὐτοῦ τὸν παιδαγωγόν. καὶ οὕτως ἐποίησε καὶ τοῦτο | οὐκ ἐν ὀλίγοις ἔτεσιν. οὐ πραττο- 3 μένου τῶν οἴκοι δήπουθεν ἠμέλει καὶ τοῖς μοχθηρο-
τέροις τῶν οἰκετῶν ὑπῆρχεν ἄδεια κακουργεῖν. καὶ 4 5 ὁπότε τις πρὸς αὐτὸν ταῦτα λέγοι, πρὸς εἰδότα μὲν μᾶλλον ἔφασκε λέγεσθαι, πάνυ δὲ φαῦλον πρὸς τοῦτο τὸ κέρδος ἡγούμενον τὴν περὶ ἐκεῖνα βλάβην.
Oratio 55. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.