ἐκεῖσε γραμματεῖα καθ’ ἑκάστην φέρεται τὴν ἡμέραν γιγνομένων ἀντὶ τῆς γλώττης τῶν γραμμάτων, ἐμὸν δὶ οὐδέποτε. τὸ δ’ αἴτιον, πρὸς τοὺς μὲν εἶπεν, ὅτι δεῖ πέμπειν καὶ περιεῖναι τοῦ νόμου, πρὸς ἐμέ δὲ οὔ. καίτοι καὶ μὴ πειθόμενον τοῖς πρώτοις ῥήμασι δευ-
τέροις ἔδει καὶ τρίτοις ἐπαναγκάζειν καὶ τὴν σπουδὴν ἐκτεῖναι μέχρι τοῦ τέλους ἔχουσάν τι καὶ ἀπειλῆς ἢ γένοιτ᾿ | ἂν ἐκ φιλίας. νῦν δέ μοι δοκεῖ τῶν 1 μέν ἄλλων εἵνεκα καταμέμφεσθαι τὸν νόμον, τῷ δὲ πρὸς ἐμὲ μέρει θαυμάζειν.
2 3
ἐπεγείροι, κοιμίζειν. νῦν δὲ κἀκείνῳ περιέστησε τοὺς δάκνοντας, ὅπως ἐκεῖνος ἐμέ. καὶ τοῦτο δρᾶται πολλά- κις καθ’ ἑκάστην ἡμέραν οὐκ ἐωμένης τῆς πρὸς τοὺς νέους ὁμιλίας κόσμῳ χωρεῖν.
δικάσαι τὴν δίκην ἐν ἡ διά τὴν τῶν δικαίων ἰσχὺν ᾔδει μοι θησόμενος; καίτοι καὶ παρεκάλει πρότερον 4 εἰσελθεῖν καὶ τὸ μέλλειν ἐμέμφετο καὶ | μεθ’ ἡμῶν ἔλεγεν εἶναι τοὺς νόμους.
Oratio 54. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.