αὐτὸν ἀξιῶν οἷς ἐν τῷ τοιούτῳ νόμος. ὁ δὲ ἠρίστα μένων καὶ πιὼν ἐκάθευδεν. ἐγὼ δ’ ἔκαμνον, ὁ δ’ Ἥλιος οὐ πόρρω τῶν Ὠκεανοῦ ῥευμάτων. ἀπειπὼν οὖν ἐπ᾿ ἀπειποῦσι τοῖς οἰκέταις ἔστενον, πρίν γε δή τις ἐλεήσας τὸ γιγνόμενον εἶπε τό | τε ἄριστον 2 καὶ τὸν ὕπνον. οὕτω δὴ ἀπηλλαττόμην οὐ σφόδρα
ὑγιαίνων.
καὶ ποιητὴς ἀγαθὸς εἷναι, τούτοις οὑν τετίμημαι; ἀλλ’ ὧς μὲν αὐτὸν ἀνέστησε τῆς Παλαιστίνης οὐδὲν δεό- μενον ὑποσχόμενος θέατρά τε καὶ τὸν ἀπ᾿ αὐτῶν χρυ- σὸν καὶ ὧς εἰς Κιλικίαν ἀγαγὼν μετ᾿ οὐδεμιᾶς τῆς παρ’ ἑαυτοῦ βοηθείας σιγήσαντα ἐπανήγαγεν | ἀριθμή- " 3 σαντα τἀς πόλεις καὶ τῇ καθ’ ἡμέραν δαπάνῃ κάμνοντα,
ταυτὶ μὲν ἐάσω.
Oratio 54. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.