μένην πρὸς τὴν πρὶν εἰσελθεῖν με γεγενημένην. ὑπὲρ ὧν ἀμφοτέρων ὕστερον ἐπυθόμην τῶν συνήθων τινὸς καὶ μηνύσαντος καὶ παραινέσαντος μήτε θαμίζειν ὡς αὐτὸν μήτ’ ἀξιοῦν τινος τυγχάνειν.
μένος, καθελόντα πῶς οὐχὶ καὶ τἀμὰ καθῄρει τῷ μηδὲν ὠφελεῖν δύνασθαι; τὸ μὲν γὰρ βούλεσθαι πᾶσιν ἣν δήπου δῆλον. τὸν οὖν ἄνθρωπον τοῦτον τὸν τὴν μικρὰν οὐσίαν ἢν εἶχεν ἀνηλωκότα περὶ τοὺς τῶν 1 ἀρμάτων | δρόμους, καταστάντα πραγμάτων ἐπι-
μελητὴν ὐπ’ ἀρχῆς οὐκ ἀφανοῦς, ὧν τὰ μὲν ἐν τῇ πόλει, τὰ δὲ ἐπιόντα τοὺς ἀγροὺς ἔδει θεραπεύειν, τοῦτον τοίνυν αὐτὸς ἀπήλασεν οὔτε κατηγόρων γρα- ψαμένων οὔτε πραγμάτων ἀντὶ τῆς ἐκείνων φωνῆς 2 3 4 γεγενημένων, ἀλλ’ ὅτι πάλαι κακῶς ὑπὸ τοῦδε πάσχων ἐκεῖνος οὐκ ἐσιώπησε. καὶ οὐκ ἐνεθυμήθη πρὸς αὐ- τόν, ὅτι τοιαῦτα οὐκ οἴσω ῥᾳδίως οὐδ’ ὅτι πολλάκις εἴποιμι πρὸς αὐτόν, ὅτι βουλοίμην ἂν εὖ πράττειν τὸν ἄνθρωπον.
εἶναι τὸν ἀναγκάζοντα διώκειν. ὁ δέ, ἀλλὰ δίς, ἔφασκε, διώκειν, κἂν εἰ μὴ βούλοιο, βουλόμενος λαβεῖν ὑπὸ χεῖρα τὸν νέον. ἐνταῦθα τί μὲν οὐκ εἶπον; τί δέ τῶν εἰς δεήσεις φερόντων παρέλιπον, οὐκ ἀδικοῦντα ῥυόμενος, ἀλλ’ ὅπως μὴ πάθοι τι κακὸν
ἀδίκως; ὁ δ’ ἔμενε πολεμῶν τε τῷ νόμῳ καὶ τὴν ἐπι- θυμίαν τὴν αὐτοῦ πρὸ τῆς ἐκείνου φιλανθρωπίας ποιούμενος.
ναῦν καὶ δοῦναί οἱ δι᾿ ἐμοῦ τὴν χάριν οὐδὲν αὐτοῦ 7 8 μου δεδεημένου, μὰ τοὺς θεούς, ἐπαγγεῖλαι τὴν χάριν. τουτὶ δέ αὐτῷ πρὸς πολλοὺς ἐπέπρακτο δι’ ἀφθονίαν πλοίων τοὺς οὐ πάντα ἡμῶν βελτίους. ἀλλ’ ἡ ναῦς αὕτη τὴν σωτηρίαν ἔφερε καὶ βασιλεῖ καὶ στρατιώταις
καὶ πόλεσι ταῖς ὑπὲρ τὰς ἄλλας. καὶ κίνδυνος ἣν αὐτῷ μηκέτ’ ἔχειν τὴν κεφαλήν. οὐ γὰρ ἐχρῆν ἐμὲ 9 αἰτεῖν τὴν ἄφεσιν, ἀλλ’ ἕτερον εἶναι τῶν ἐν | δου- λείᾳ διὰ τῆς κολακείας αὐτὸν ἐχόντων.
τῶν πολιτῶν αὐτοῦ Χαλκιδέων ἐψηφισμένην τιμὴν τοῦτ᾿ ἂν ἐποίησε κυρίαν. νῦν δ’ ὁ δίκαιον ἂν ἦν καὶ καλὸν καὶ εὔλογον τῆς παρ’ ἄλλου σπουδῆς τυγ- χάνον, τοῦτο καὶ ἄδικον καὶ αἰσχρὸν καὶ λόγον οὐκ ἔχον μέλλον γέ τινα ἡδονὴν οἴσειν ἐμοί.
ἦγεν. οἱ δ’ ἀπέφαινον αὑτοὺς ἀναιτίους, ὡς μὴ εἶναι τιμωρίᾳ χώραν. ἕτερος ἄρχων καὶ κρίσις ἑτέρα καὶ τὸ μὴ μετὰ τῶν φυλάκων τετολμῆσθαι τὸ ἔργον ἀν- ωμολόγητο.
Oratio 54. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.