ἀπεστάλη, καταβέβλητ’ ἂν εὐθὺς καὶ καταπεπάτητο καὶ οὐκ ἂν ἣν οὗπερ ἣν.
παραλελειμμένα πολλᾷ γε ὄντα ἐλάττονα. ὁ γὰρ οὐδ’ ἐκείνων ἄξιόν με νομίσας πῶς ἂν τηλικούτων; πολλά- κις | τοίνυν εἰς ἱππόδρομον ἰὼν ἐπὶ τὰς τῶν 1 ἀρμάτων ἁμίλλας παριὼν τὰς ἐμάς θύρας καὶ ἄμα βλέπων τὴν ὑπὲρ τῶν κιόνων ὀροφὴν εἰδώς με κεί-
μένον καὶ στένοντα καὶ σιτίων καὶ τῶν ἐμοὶ φιλτάτων ἀποκεκλεισμένον, λόγων, οὐκ ἠξίωσεν ἐρωτήματος πρέ- ποντος ἀνδρὶ φίλῳ περὶ φίλου οὐδ’ ἀκοῦσαί τι κάλλιον 2 3 εὔξατο. καίτοι διὰ πέντε βημάτων ἣν ἂν εἰς ἐμοῦ. ἀλλ’ οὐκ ἐβούλετο τοῦτο εἰδέναι τὴν πόλιν οὐδὲ ἔπεμ- ψεν οὔτε τι οὔτε τινὰ τῶν τιμιωτέρων οὔθ’ οἷς ἐν 4 χερσὶν αἰ μάστιγες.
Oratio 54. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.