τι πεποιηκότων αὐτόν, ὥστε μηδ᾿ εἰς ἄγνοιαν τῆς οὔσης αὐτῷ πρός με συνηθείας ἀναχωρεῖν. αὐτὸς γὰρ ἣν ὁ πρὶν ὑβρίζειν ἐμὲ τῆς βοηθείας ἢν ἐβοήθησεν αὐτῷ τὴν πρὸς ἐμὲ χάριν αἰτιώμενος, οὐ πρὸς ἕτερον, ἀλλὰ πρὸς αὐτὸν ἐμὲ ταῦτα λέγων.
ἔστι γὰρ ὁ Καλλίμαχος οὗτος τῶν ἡμῖν τε πεπλησια- κότων καὶ πρὸς τῷ δύνασθαι λέγειν κατὰ τὸν τρόπον 3 4 5 εὐδοκιμῶν. φεύγων οὖν οἷς εὐφραίνειν εἶχέ με, δι’ ὧν ᾔδει λυπήσων ἔπραξε.
ἐτμήθην καὶ ὕπνος οὐδαμοῦ, κακὸν οὐκ ἔλαττον τῆς νόσου. καὶ τοῦτο αὐτὸς οὐκ ἠγνόει. πῶς γὰρ ὄντος τε αὐτῷ παρ’ ἐμοὶ κατὰ τοὺς λόγους υἱέος καὶ πολλῆς ἀνάγκης οὔσης ἐκείνῳ φράζειν πρὸς τοῦτον ἄττα πρα- χθείη καθ’ ἑκάστην ἡμέραν; οὐκοῦν ὁ μὲν εἶπεν ἂν
τὴν τοῦ μηδὲν λαβεῖν αἰτίαν, ὁ δὲ ἤκουσε.
Oratio 54. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.