πάνυ βούλεσθαι φήσας ὑπὲρ πολλῶν πραγμάτων εἰ- πεῖν τέ τι πρὸς ἐμέ καὶ ἀκοῦσαι παρόντος οὐδενός, ἐπειδήπερ ἀνέστην ὡς οἰχησόμενος, μόνον οὐκ ἐώθει καὶ σχήματι καὶ βλέμματι καὶ τοῖς ἐν τῷ τοιούτῳ ῥήμασι τὴν ἐν τῷ θοἰμάτιόν με πρὸς τὸ δέον | 1 ἄγειν μέλλησιν τὴν μικράν μεγάλην ἡγούμενος.
ἐμὲ μὲν οὖν ἡδέως εἶδεν ἀπιόντα, τοὺς δ’ έφ’ ἅπερ 2 3 4 αὐτῷ βούλεται συλλαμβάνοντας καθημένους ὁ φάσκων ἐν Φοινίκη πάνυ βούλεσθαι τὴν ἡμετέραν ἰδεῖν, οὐχ ἵνα τῶν ἄλλων ἀπολαύσειεν, ἀλλ’ ἴν ἐμοῦ.
ἀνὴρ τὴν διὰ τῶν ἀρμάτων καὶ τὸν ἀγρὸν αὐτῷ τὸν μόνον ὄντα ἀπέδοτο καὶ κατέστησεν ἐν θρήνῳ τὸν πατέρα συνεχεῖ πάνυ | πρεσβύτην ἥκοντα δι᾿ ἐτῶν 5 ἑκατόν, τοῦτον δὴ τὸν Ἰουλιανὸν ἐπειδή τις εἶπεν ὧς Λουκιανὸν κομίζειν τά δόξαντα τῷ δικάζοντι, δεσμω-
τηρίῳ παρέδωκεν οὐκ εἰσκαλέσας, οὐκ ἐξετάσας τὴν αἰτίαν, οὐκ ἔλεγχον ἀναμείνας, οὐκ εἰς ἀπολογίαν ἐξουσίαν δούς, ἀλλ’ ἀρκεῖν νομίσας εἰπεῖν τινα τῶν ἐκείνῳ δυσμενῶν, ὡς ἀδικεῖ. εἶτα δήσας εἴα δεδέσθαι καὶ οὔτε τῆς ἡμέρας πολύ τι μέρος ἀναλωθὲν οὔτε
προσιοῦσα ἡ νὺξ οὔτε λαβοῦσα τέλος οὐθ’ ἡμέρα προσ- τεθεῖσα δευτέρα τὸ κακὸν ἔστησε καὶ ταῦτα ἀνθρώ- που συνήθους αὐτῷ καὶ ἀνυπόπτου πολλὰ ἐπὶ πολλοῖς γράφοντος λῆξαι συμβουλεύοντος ὧν οὐδὲ ἄρξασθαι χρῆν.
Oratio 54. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.