κλειος. οὐχ ὑπακούσαντος γάρ τοῦ Κίμωνος δυνη- θέντος μαθεῖν ὅπως τοῦτο ἐπράχθη, οὔτε λύπην οὔτε ὀργὴν ἔδειξεν οὔτε ὡς οὐκ ἀνέξεται πεπλασμένης νόσου. χρῆν δὲ καλεῖν τε ἰατροὺς | καὶ πέμπειν 1 ὧς τὸν ἄνδρα καὶ ζητεῖν, εἴθ’ ἑκὼν εἴτ᾿ ἄκων ἀπέστη
2 3 4 τῶν δικῶν. καλὸν δὲ ἦν, οἶμαι, καὶ καταβοῆσαι καὶ ἀπειλῆσαι καὶ πληγῶν ἐγγύς. ἀπειλήσας γὰρ ἑκάστῳ ὁ φίλος ἐδείκνυτ’ ἂν καὶ ὁ δείσας ἐξ αὐτῶν τούτων κἄν ἔχαιρε τὴν εὔνοιαν τοῦ δικάζοντος θεώμενος ἐν
οἷς ἐθορυβήθη. ἀλλ᾿, οἶμαι, καλῶν εὔχετο μάταιον γενέσθαι τὴν κλῆσιν καὶ τοὺς ἀπεσταλμένους ἀπρά- κτους ἐπανελθεῖν, ὅπως τῷ μὲν καλεῖν χρηστὸς εἶναι δοκοῖ, κερδαίνοι αἶνοι δὲ καὶ διὰ τῶν δευτέρων οὐχ ὁρῶν ὃν οὐδὲ ἐβούλετο.
Oratio 54. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.