ῥᾴδιον οὕτως ἐγγύθεν καὶ ὑποσχέσθαι μεγάλα καὶ πεῖσαι καὶ καταλαβεῖν ὅρκοις καὶ κρηπῖδα βαλόμενον αὐτοῦ μετά ταῦτα ἐποικοδομεῖν. ἑτέρωθι μὲν οὐκ εὔπορον ἄνδρα παιδὶ περὶ τούτων διαλέγεσθαι, ἀλλ᾿ ὑποψία τε καὶ τὸ ἀκούειν κακῶς καὶ λόγος οὐκ ἐν τῇ
συνουσίᾳ, τοῖς δὲ ἀπὸ τῶν αὐτῶν ἐσθίουσι τραπεζῶν ἄδεια πάντων ῥημάτων καὶ ὁ κωλύων ἄτοπος. διά τί 4 γὰρ οὐκ ἐρεῖ τις πρὸς τὸν συμπότην; | οἶδα δὲ ἔγωγέ τινα πατέρα ὑμνούμενον τῇ περὶ ταῦτα τοῖν παίδοιν εἰς ἅπαν εὐχερείᾳ.
τῆς λειτουργίας τὸ μέρος χαλεπώτερον καὶ πλείονος μὲν κινδύνου, μειζόνων δὲ τῶν φόβων ὁμοῦ μὲν ἀξι- ούντων ἀπάντων ἑστιᾶσθαι, τὸ δὲ μὴ ὧδε καλούντων 5 ἀτιμίαν σκευῶν τε καὶ τῶν διακονουμένων ἐλεγχομένων τῷ πλείονι, τοῦ πλείονος δὲ τούτου παρὰ τοὺς παῖδας γιγνομένου, τοῦ δὲ μὴ κατὰ κόσμον βλάπτοντος τὴν δαπάνην.
Oratio 53. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.