πολλοὶ μὲν πρὸ αὐτῶν ἐν τῷ στεφάνῳ τούτῳ, πολλοὶ 2 3 δὲ μετ’ αὐτοὺς γενόμενοι, ὧν ἐν γράμμασιν ἴδοι τις ἂν <τὰ> ὀνόματα κἀν τῇ μνήμη οὐκ ὀλίγων. δικαίως δ’ ἂν πιστευοίμην αὐτὸς ὢν τῶν οὐ κεκλημένων. καίτοι τέτταρα μὲν καὶ δέκα ἐγεγόνειν ἔτη Πανολβίου ποι-
οὑντὸς τὰ Ὀλύμπια, ὁ δὲ ἄνθρωπος οὗτος μητρὸς ἐμῆς ἀδελφός, ὀκτωκαίδεκα δὲ Ἀργυρίου, φίλος δὲ οὗτος τοὐμοῦ πατρὸς καὶ δραμὼν ἐπὶ τὸ κρύψαι τὴν ὀρφα- νίαν ἡμῖν. ἀλλ᾿ ὅμως ἐκεῖνα μὲν ἡδέως ἂν ἐπόνει καὶ ἐβοήθει, τοῦτο δὲ οὐκ ἐδίδου, χάριν οὐκ οὖσαν
ἐν ἔθει. τέτταρα τοίνυν ἕτερα δύο μὲν ἐμὲ καὶ εἴκο- σιν ἐποίει, Φασγανίου δὲ τὸν στέφανον, θεῖος δὲ καὶ οὗτος ἐμός, ὥσπερ ὁ Πανόλβιος. οὗτός με ἐπὶ δεῖ- πνον καλεῖ καὶ ᾠχόμην ἡδῆ τε ὢν ἐν δόξῃ τινὶ καὶ τῷ μᾶλλον σωφρονεῖν.
Oratio 53. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.